Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 34.38 Dem. 34.42 (English) >>Dem. 34.44

34.40ἀλλὰ μὴν εἴ γε δεῖ καὶ τούτοις τεκμαίρεσθαι, οὐκ εἰκὸς ἦν ἐπιδιδόναι μὲν ἡμᾶς τοσαῦτα χρήματα, ἵνα παρʼ ὑμῖν εὐδοξῶμεν, συκοφαντεῖν δὲ Φορμίωνα, ἵνα καὶ τὴν ὑπάρχουσαν ἐπιείκειαν ἀποβάλωμεν. δικαίως ἂν οὖν βοηθήσαιτε ἡμῖν, ἄνδρες δικασταί. ἐπέδειξα γὰρ ὑμῖν οὔτʼ ἐξ ἀρχῆς τὰ φορτία ἐνθέμενον τοῦτον εἰς τὴν ναῦν ἁπάντων ὧν ἐδανείσατο Ἀθήνηθεν, τῶν τʼ ἐν τῷ Βοσπόρῳ πραθέντων τοὺς τὰ ἑτερόπλοα δανείσαντας μόλις διαλύσαντα, 34.41ἔτι δʼ οὔτʼ εὐποροῦντα οὔθʼ οὕτως ὄντʼ ἀβέλτερον ὥστʼ ἀντὶ δισχιλίων καὶ ἑξακοσίων δραχμῶν τριάκοντα μνᾶς καὶ ἐννέα ἀποδοῦναι, πρός τε τούτοις, ὅτε ἀποδοῦναί φησιν τὸ χρυσίον τῷ Λάμπιδι, οὔτε τὸν παῖδα παραλαβόντα τὸν ἐμὸν οὔτε τὸν κοινωνὸν ἐπιδημοῦντα ἐν Βοσπόρῳ. ἐμοὶ δὲ Λάμπις αὐτὸς μαρτυρῶν φαίνεται ὡς οὐκ ἀπείληφεν τὸ χρυσίον, πρὶν ὑπὸ τούτου διαφθαρῆναι. 34.42καίτοι εἰ καθʼ ἓν ἕκαστον οὕτως ἐδείκνυεν Φορμίων, οὐκ οἶδʼ ὅπως ἂν ἄλλως ἄμεινον ἀπελογήσατο. ὑπὲρ δὲ τοῦ τὴν δίκην εἰσαγώγιμον εἶναι νόμος αὐτὸς διαμαρτύρεται, κελεύων τὰς δίκας εἶναι τὰς ἐμπορικὰς τῶν συμβολαίων τῶν Ἀθήνησιν καὶ εἰς τὸ Ἀθηναίων ἐμπόριον, καὶ οὐ μόνον τῶν Ἀθήνησιν, ἀλλὰ καὶ ὅσα ἂν γένηται ἕνεκα τοῦ πλοῦ τοῦ Ἀθήναζε. λαβὲ δή μοι τοὺς νόμους.Νόμοι



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 34.38 Dem. 34.42 (English) >>Dem. 34.44

Powered by PhiloLogic